Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26.23 Dem. 26.27 (English) >>Dem. 27.1

26.25οὕτω δʼ ἂν ἀκριβέστατα συνθεωρήσαιτε τὸ τοῖς κειμένοις νόμοις πείθεσθαι ἡλίκον ἀγαθόν ἐστιν, καὶ τὸ καταφρονεῖν καὶ τὸ μὴ πειθαρχεῖν αὐτοῖς ἡλίκον κακόν, εἰ τά τʼ ἐκ τῶν νόμων ἀγαθὰ χωρὶς καὶ τὰ διὰ τῆς παρανομίας συμβαίνοντα πρὸ ὀφθαλμῶν ὑμῖν αὐτοῖς ποιησάμενοι θεωρήσαιτε. εὑρήσετε γὰρ τὴν μὲν τὰ τῆς μανίας καὶ ἀκρασίας καὶ πλεονεξίας, τοὺς δὲ τὰ τῆς φρονήσεως καὶ σωφροσύνης καὶ δικαιοσύνης ἔργα διαπραττομένους. 26.26δῆλον δέ· τῶν γὰρ πόλεων ταύτας ἄριστʼ οἰκουμένας ἴδοιμεν ἂν ἐν αἷς ἄριστοι νομοθέται γεγόνασιν· τὰ μὲν γὰρ ἐν τοῖς σώμασιν ἀρρωστήματα τοῖς τῶν ἰατρῶν εὑρήμασι καταπαύεται, τὰς δʼ ἐν ταῖς ψυχαῖς ἀγριότητας αἱ τῶν νομοθετῶν ἐξορίζουσι διάνοιαι. ὅλως δʼ οὐδὲν οὔτε σεμνὸν οὔτε σπουδαῖον εὑρήσομεν μὴ νόμου κεκοινώνηκεν, 26.27ἐπεὶ καὶ τὸν ὅλον κόσμον καὶ τὰ θεῖα καὶ τὰς καλουμένας ὥρας νόμος καὶ τάξις, εἰ χρὴ τοῖς ὁρωμένοις πιστεύειν, διοικεῖν φαίνεται. παρακαλέσαντες οὖν ὑμᾶς αὐτούς, ἄνδρες Ἀθηναῖοι, βοηθήσατε μὲν τοῖς νόμοις, καταψηφίσασθε δὲ τῶν εἰς τὸ θεῖον ἀσεβεῖν προῃρημένων. καὶ ταῦτʼ ἐὰν πράξητε, τὰ δέοντα ποιήσετε καὶ τὰ κράτιστα ψηφιεῖσθε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26.23 Dem. 26.27 (English) >>Dem. 27.1

Powered by PhiloLogic